Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.246 Joseph. AJ 8.249 (English) >>Joseph. AJ 8.253

8.247ταύτας μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ κληρουχίᾳ πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ σιρομάστας εἰς πολλὰς μυριάδας. 8.248συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν· οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε· καὶ ηὔξησαν τὴν Ῥοβοάμου βασιλείαν ἐπʼ ἔτη τρία. 8.249γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ· καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον ἔστερξε τὴν Μαχάνην. 8.250εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι θυγατέρες δʼ ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.246 Joseph. AJ 8.249 (English) >>Joseph. AJ 8.253

Powered by PhiloLogic